Περὶ θεῶν καὶ κόσμου Σαλούστιος, περί τὴν Ὀλυμπιάδα σπδʹ / τὸ ἔτος τξʹ τῆς ἐποχῆς Γαλιλαίᾱς

Κεφάλαιον αʹ

Τοὺς περὶ Θεῶν ἀκούειν ἐθέλοντας δεῖ μὲν ἐκ παίδων ἦχθαι καλῶς, καὶ μὴ ἀνοήτοις συντρέφεσθαι δόξαις· δεῖ δὲ καὶ τὴν ϕύσιν ἀγαθοὺς εἶναι καὶ ἔμφρονας, ἵνα ὅμοιόν τι ἔχωσι τοῖς λόγοις· δεῖ δὲ αὐτοὺς καὶ τὰς κοινὰς ἐννοίας εἰδέναι.

Κοιναὶ δέ εἰσιν ἔννοιαι ὅσας πάντες ἄνθρωποι ὀρθῶς ἐρωτηϑέντες ὁμολογήσουσιν· οἷον ὅτι πᾶς Θεὸς ἀγαθός, ὅτι ἀπαθής, ὅτι ἀμετάϐλητος· πᾶν γὰρ τὸ μεταϐαλλόμενον ἢ ἐπὶ τὸ κρεῖττον ἢ ἐπὶ τὸ χεῖρον· καὶ εἰ μὲν ἐπὶ τὸ χεῖρον, κακύνεται, εἰ δὲ ἐπὶ τὸ κρεῖττον, τὴν ἀρχὴν ἦν κακόν.

Κεφάλαιον βʹ

Καὶ ὁ μὲν ἀκούων ἔστω τοιοῦτος. Οἱ δὲ λόγοι τοιοίδε γινέσθωσαν· αἱ τῶν Θεῶν οὐσίαι οὐδὲ ἐγένοντο, τὰ γὰρ ἀεὶ ὄντα οὐδέποτε γίνονται, ἀεὶ δὲ εἰσίν, ὅσα δύναμίν τε ἔχει τὴν πρώτην καὶ πάσχειν οὐδὲν πέφυκεν.

Οὐδὲ ἐκ σωμάτων εἰσί· καὶ γὰρ τῶν σωμάτων αἱ δυνάμεις ἀσώματοι.

Οὐδὲ τόπῳ περιέχονται, σωμάτων γὰρ τοῦτό γε, οὐδὲ τῆς πρώτης αἰτίας ἢ ἀλλήλων χωρίζονται, ὥσπερ οὐδὲ νοῦ αἱ νοήσεις, οὐδὲ ψυχῆς αἱ ἐπιστῆμαι, οὐδὲ ζῴου αἱ αἰσθήσεις.

Κεφάλαιον γʹ

Τί δήποτε οὖν τούτους ἀφέντες τοὺς λόγους οἱ παλαιοὶ μύθοις ἐχρήσαντο, ζητεῖν ἄξιον· καὶ τοῦτο πρῶτον ἐκ τῶν μύθων ὠφελεῖσθαι τό γε ζητεῖν, καὶ μὴ ἀργὸν τὴν διάνοιαν ἔχειν. ῞Οτι μὲν οὖν ϑεῖοι οἱ μῦθοι ἐκ τῶν χρησαμένων ἔστιν εἰπεῖν· καὶ γὰρ τῶν ποιητῶν οἱ ϑεόληπτοι καὶ τῶν ϕιλοσόφων οἱ ἄριστοι, οἵ τε τὰς τελετὰς καταδείξαντες καὶ αὐτοὶ δὲ ἐν χρησμοῖς οἱ Θεοὶ μύθοις ἐχρήσαντο.

∆ιὰ τί δὲ ϑεῖοι οἱ μῦθοι ϕιλοσοφίας ζητεῖν. ᾽Επεὶ τοίνυν πάντα τὰ ὄντα ὁμοιότητι μὲν χαίρει ἀνομοιότητα δὲ ἀποστρέφεται, ἐχρῆν καὶ τοὺς περὶ Θεῶν λόγους ὁμοίους εἶναι ἐκείνοις, ἵνα τῆς τε οὐσίας αὐτῶν ἄξιοι γίνωνται καὶ τοῖς λέγουσι τοὺς Θεοὺς ποιῶσιν εὐμενεῖς· ὅπερ διὰ τῶν μύθων μόνως ἂν γένοιτο.

Αὐτοὺς μὲν οὖν τοὺς Θεοὺς κατὰ τὸ ῥητόν τε καὶ ἄρρητον, ἀφανές τε καὶ ϕανερόν, σαφές τε καὶ κρυπτόμενον οἱ μῦθοι μιμοῦνται, καὶ τὴν τῶν Θεῶν ἀγαθότητα, ὅτι ὥσπερ ἐκεῖνοι τὰ μὲν ἐκ τῶν αἰσθητῶν ἀγαθὰ κοινὰ πᾶσιν ἐποίησαν, τὰ δὲ ἐκ τῶν νοητῶν μόνοις τοῖς ἔμϕροσιν, οὕτως οἱ μῦθοι τὸ μὲν εἶναι Θεοὺς πρὸς ἅπαντας λέγουσι, τίνες δὲ οὗτοι καὶ ὁποῖοι τοῖς δυναμένοις μόνοις εἰδέναι.

Καὶ τὰς ἐνεργείας δὲ μιμοῦνται τῶν Θεῶν· ἔξεστι γὰρ καὶ τὸν Κόσμον μῦθον εἰπεῖν, σωμάτων μὲν καὶ χρημάτων ἐν αὐτῷ ϕαινομένων, ψυχῶν δὲ καὶ νῶν κρυπτομένων.

Πρὸς δὲ τούτοις, τὸ μὲν πάντας τὴν περὶ Θεῶν ἀλήθειαν διδάσκειν ἐθέλειν τοῖς μὲν ἀνοήτοις, διὰ τὸ μὴ δύνασθαι μανθάνειν, καταφρόνησιν, τοῖς δὲ σπουδαίοις ῥᾳϑυμίαν ἐμποιεῖ· τὸ δὲ διὰ μύθων τἀληθὲς ἐπικρύπτειν τοὺς μὲν καταφρονεῖν οὐκ ἐᾷ, τοὺς δὲ ϕιλοσοφεῖν ἀναγκάζει. ᾽Αλλὰ διὰ τί μοιχείας καὶ κλοπὰς καὶ πατέρων δεσμὰ καὶ τὴν ἄλλην ἀτοπίαν ἐν τοῖς μύθοις εἰρήκασιν; ῍Η καὶ τοῦτο ἄξιον ϑαύματος, ἵνα διὰ τῆς ϕαινομένης ἀτοπίας εὐθὺς ἡ ψυχὴ τοὺς μὲν λόγους ἡγήσηται προκαλύμματα, τὸ δὲ ἀληθὲς ἀπόρρητον εἶναι νομίσῃ;

Κεφάλαιον δʹ

Τῶν δὲ μύθων οἱ μέν εἰσι ϑεολογικοί, οἱ δὲ ϕυσικοί, οἱ δὲ ψυχικοί τε καὶ ὑλικοί, καὶ ἐκ τούτων μικτοί. Εἰσὶ δὲ ϑεολογικοὶ μὲν οἱ μηδενὶ σώματι χρώμενοι ἀλλὰ τὰς οὐσίας αὐτὰς τῶν Θεῶν ϑεωροῦντες· οἷον αἱ τοῦ Κρόνου καταπόσεις τῶν παίδων· ἐπειδὴ νοερὸς ὁ Θεὸς πᾶς δὲ νοῦς εἰς ἑαυτὸν ἐπιστρέφει, τὴν οὐσίαν ὁ μῦθος αἰνίττεται τοῦ Θεοῦ.

Φυσικῶς δὲ τοὺς μύθους ἔστι ϑεωρεῖν ὅταν τὰς περὶ τὸν Κόσμον ἐνεργείας λέγῃ τις τῶν Θεῶν· ὥσπερ ἤδη τινὲς χρόνον μὲν τὸν Κρόνον ἐνόμισαν, τὰ δὲ μέρη τοῦ χρόνου παῖδας τοῦ ῞Ολου καλέσαντες καταπίνεσθαι ὑπὸ τοῦ πατρὸς τοὺς παῖδάς ϕασιν.

᾿Ο δὲ ψυχικὸς τρόπος ἐστὶν αὐτῆς τῆς ψυχῆς τὰς ἐνεργείας σκοπεῖν, ὅτι καὶ τῶν ἡμετέρων ψυχῶν αἱ νοήσεις, κἂν εἰς τοὺς ἄλλους προέλθωσιν, ἀλλ’ οὖν ἐν τοῖς γεννήσασι μένουσιν.

᾿Υλικὸς δέ ἐστι καὶ ἔσχατος, ᾧ μάλιστα Αἰγύπτιοι δι’ ἀπαιδευσίαν ἐχρήσαντο, αὐτὰ τὰ σώματα Θεοὺς νομίσαντες καὶ καλέσαντες καὶ ῏Ισιν μὲν τὴν γῆν, ῎Οσιριν δὲ τὸ ὑγρόν, Τυφῶνα δὲ τὴν ϑερμότητα, ἢ Κρόνον μὲν ὕδωρ, ῎Αδωνιν δὲ καρπούς, ∆ιόνυσον δὲ οἶνον. Ταῦτα δὲ ἀνακεῖσθαι μὲν Θεοῖς λέγειν ὥσπερ καὶ βοτάνας καὶ λίθους καὶ ζῷα σωφρονούντων ἐστὶν ἀνθρώπων, Θεοὺς δὲ καλεῖν μαινομένων· εἰ μὴ ἄρα ὥσπερ τοῦ ἡλίου τὴν σφαῖραν καὶ τὴν ἀπὸ τῆς σφαίρας ἀκτῖνα ῞Ηλιον ἐν συνηθείᾳ καλοῦμεν.

Τὸ δὲ μικτὸν εἶδος τῶν μύϑων ἐν πολλοῖς μὲν καὶ ἄλλοις ἔστιν ἰδεῖν, καὶ μέντοι καὶ ἐν τῷ συμποσίῳ ϕασι τῶν Θεῶν τὴν ῎Εριν μῆλον ῥῖψαι χρυσοῦν, καὶ περὶ τούτου τὰς Θεὰς ϕιλονεικούσας ὑπὸ τοῦ ∆ιὸς πρὸς τὸν Πάριν πεμϕθῆναι κριθησομένας· τῷ δὲ καλήν τε ϕανῆναι τὴν ᾽Αφροδίτην, καὶ ταύτῃ δοῦναι τὸ μῆλον.

᾽Ενταῦθα γὰρ τὸ μὲν συμπόσιον τὰς ὑπερκοσμίους δυνάμεις δηλοῖ τῶν Θεῶν, καὶ διὰ τοῦτο μετ’ ἀλλήλων εἰσί· τὸ δὲ χρυσοῦν μῆλον τὸν Κόσμον, ὃς ἐκ τῶν ἐναντίων γινόμενος εἰκότως ὑπὸ τῆς ῎Εριδος λέγεται ῥίπτεσθαι. ῎Αλλων δὲ ἄλλα τῷ Κόσμῳ χαριζομένων Θεῶν, ϕιλονεικεῖν ὑπὲρ τοῦ μήλου δοκοῦσιν· ἡ δὲ κατ’ αἴσθησιν ζῶσα ψυχή – τοῦτο γάρ ἐστιν ὁ Πάρις – τὰς μὲν ἄλλας ἐν τῷ Κόσμῳ δυνάμεις οὐχ ὁρῶσα μόνον δὲ τὸ κάλλος, τῆς ᾽Αφροδίτης τὸ μῆλον εἶναί ϕησι.

Πρέπουσι δὲ τῶν μύθων οἱ μὲν ϑεολογικοὶ ϕιλοσόφοις, οἱ δὲ ϕυσικοὶ καὶ ψυχικοὶ ποιηταῖς, οἱ δὲ μικτοὶ τελεταῖς, ἐπειδὴ καὶ πᾶσα τελετὴ πρὸς τὸν Κόσμον ἡμᾶς καὶ πρὸς τοὺς Θεοὺς συνάπτειν ἐθέλει.

Εἰ δὲ δεῖ καὶ ἕτερον μῦθον εἰπεῖν, τὴν Μητέρα τῶν Θεῶν ϕασι τὸν ῎Αττιν παρὰ τῷ Γάλλῳ κείμενον ἰδοῦσαν ποταμῷ ἐρασθῆναι τε καὶ λαϐοῦσαν τὸν ἀστερωτὸν αὐτῷ περιθεῖναι πῖλον, καὶ τοῦ λοιποῦ μεθ’ ἑαυτῆς ἔχειν, ὁ δὲ Νύμφης ἐρασθεὶς τὴν Θεῶν Μητέρα ἀπολιπὼν τῇ Νύμφῃ συνῆν. Καὶ διὰ τοῦτο ἡ Μήτηρ τῶν Θεῶν ποιεῖ μανῆναι τὸν ῎Αττιν, καὶ τὰ γόνιμα ἀποκοψάμενον ἀφεῖναι παρὰ τῇ Νύμφῃ, πάλιν δὲ ἀνελθόντα αὐτῇ συνοικεῖν.

᾿Η μὲν οὖν Μήτηρ τῶν Θεῶν ζωογόνος ἐστὶ Θεά, καὶ διὰ τοῦτο Μήτηρ καλεῖται· ὁ δὲ ῎Αττις τῶν γινομένων καὶ ϕθειρομένων δημιουργός, καὶ διὰ τοῦτο παρὰ τῷ Γάλλῳ λέγεται εὑρεθῆναι ποταμῷ· ὁ γὰρ Γάλλος τὸν γαλαξίαν αἰνίττεται κύκλον, ἀφ’ οὗ τὸ παθητὸν ἔρχεται σῶμα. Τῶν δὲ πρώτων Θεῶν τελειούντων τοὺς δευτέρους, ἐρᾷ μὲν ἡ Μήτηρ τοῦ ῎Αττεως καὶ οὐρανίους αὐτῷ δίδωσι δυνάμεις, τοῦτο γάρ ἐστιν ὁ πῖλος.

᾽Ερᾷ δὲ ὁ ῎Αττις τῆς Νύμφης· αἱ δὲ Νύμϕαι γενέσεως ἔφοροι, πᾶν γὰρ τὸ γινόμενον ῥεῖ· ἐπεὶ δὲ ἔδει στῆναι τὴν γένεσιν καὶ μὴ τῶν ἐσχάτων γενέσθαι τι χεῖρον, ὁ ταῦτα ποιῶν δημιουργὸς δυνάμεις γονίμους ἀφεὶς εἰς τὴν γένεσιν πάλιν συνάπτεται τοῖς Θεοῖς. Ταῦτα δὲ ἐγένετο μὲν οὐδέποτε, ἔστι δὲ ἀεί· καὶ ὁ μὲν νοῦς ἅμα πάντα ὁρᾷ, ὁ δὲ λόγος τὰ μὲν πρῶτα τὰ δὲ δεύτερα λέγει.

Οὕτω δὲ πρὸς τὸν Κόσμον οἰκείως ἔχοντος τοῦ μύθου, ἡμεῖς τὸν Κόσμον μιμούμενοι – πῶς γὰρ ἂν μᾶλλον κοσμηθείημεν; – ἑορτὴν ἄγομεν διὰ ταῦτα· καὶ πρῶτον μὲν ὡς καὶ αὐτοὶ πεσόντες ἐξ οὐρανοῦ καὶ τῇ Νύμφῃ συνόντες ἐν κατηφείᾳ ἐσμὲν σίτου τε καὶ τῆς ἄλλης παχείας καὶ ῥυπαρᾶς τροφῆς ἀπεχόμεθα, ἑκάτερα γὰρ ἐναντία ψυχῇ· εἶτα δένδρου τομαὶ καὶ νηστεία ὥσπερ καὶ ἡμῶν ἀποκοπτομένων τὴν περαιτέρω τῆς γενέσεως πρόοδον· ἐπὶ τούτοις γάλακτος τροφὴ ὥσπερ ἀναγεννωμένων· ἐφ’ οἷς ἱλαρία καὶ στέϕανοι καὶ πρὸς τοὺς Θεοὺς οἷον ἐπάνοδος.

Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ τῶν δρωμένων καιρός· περὶ γὰρ τὸ ἔαρ καὶ τὴν ἰσημερίαν δρᾶται τὰ δρώμενα, ὅτε τοῦ μὲν γίνεσθαι παύεται τὰ γινόμενα ἡμέρα δὲ μείζων γίνεται τῆς νυκτός, ὅπερ οἰκεῖον ἀναγομέναις ψυχαῖς. Περὶ γοῦν τὴν ἐναντίαν ἰσημερίαν ἡ τῆς Κόρης ἁρπαγὴ μυθολογεῖται γενέσθαι, ὃ δὴ κάθοδός ἐστι τῶν ψυχῶν. Τοσαῦτα περὶ μύθων εἰποῦσιν ἡμῖν αὐτοί τε οἱ Θεοὶ καὶ τῶν γραψάντων τοὺς μύθους αἱ ψυχαὶ ἵλεῳ γένοιντο.

Κεφάλαιον εʹ

᾽Ακόλουθον δὲ τούτοις ἐστὶ τήν τε πρώτην αἰτίαν εἰδέναι καὶ τὰς μετ’ ἐκείνην τάξεις τῶν Θεῶν, καὶ τοῦ Κόσμου τὴν ϕύσιν, νοῦ τε καὶ ψυχῆς τὴν οὐσίαν, Πρόνοιάν τε καὶ Εἱμαρμένην, καὶ Τύχην, ᾽Αρετήν τε καὶ Κακίαν, καὶ τὰς ἐκ τούτων γινομένας ἀγαθάς τε καὶ ϕαύλας πολιτείας ἰδεῖν, καὶ πόθεν ἄρα τὰ κακὰ εἰς τὸν Κόσμον ἀφίκετο. Τούτων δὲ ἕκαστον λόγων δεῖται πολλῶν καὶ μεγάλων· ὡς δὲ ἐν βραχέσιν εἰπεῖν καὶ πρὸς τὸ μὴ παντελῶς ἀνηκόους εἶναι οὐδὲν ἴσως λέγειν κωλύει.

Τὴν πρώτην αἰτίαν μίαν τε εἶναι προσήκει, παντὸς γὰρ πλήθους ἡγεῖται μονάς, δυνάμει τε καὶ ἀγαθότητι πάντα νικᾷ· καὶ διὰ τοῦτο πάντα μετέχειν ἐκείνης ἀνάγκη, οὐδὲν γὰρ αὐτὴν ἄλλο κωλύσει διὰ τὴν δύναμιν, οὐδὲ ἑαυτὴν ἀφέξει δι’ ἀγαθότητα.

᾽Αλλ’ εἰ μὲν ἦν ψυχή, πάντα ἂν ἔμψυχα ἦν· εἰ δὲ καὶ νοῦς, πάντα νοερά· εἰ δὲ οὐσία, πάντα οὐσίας μετεῖχε, τοῦτο δὲ ἐν πᾶσιν ἰδόντες τινὲς ἐκεῖνο οὐσίαν ἐνόμισαν. Εἰ μὲν οὖν ἦν μόνον τὰ ὄντα, ἀγαθὰ δὲ οὐκ ἦν, ἀληθὴς ἦν ὁ λόγος· εἰ δὲ δι’ ἀγαθότητα ἔστι τε τὰ ὄντα καὶ μετείληχεν ἀγαθοῦ, ὑπερούσιον μὲν ἀγαθὸν δὲ εἶναι τὸ πρῶτον ἀνάγκη. Σημεῖον δὲ μέγιστον· τοῦ γὰρ εἶναι διὰ τὸ ἀγαθὸν αἱ σπουδαῖαι καταφρονοῦσι ψυχαί, ὅταν ὑπὲρ πατρίδος ἢ ϕίλων ἢ ἀρετῆς κινδυνεύειν ἐθέλωσι. Μετὰ δὲ τὴν οὕτως ἄρρητον δύναμιν αἱ τῶν Θεῶν τάξεις εἰσί.

Κεφάλαιον ϛʹ

Τῶν δὲ Θεῶν οἱ μέν εἰσιν ἐγκόσμιοι, οἱ δὲ ὑπερκόσμιοι. ᾽Εγκοσμίους δὲ λέγω αὐτοὺς τοὺς τὸν Κόσμον ποιοῦντας Θεούς· τῶν δὲ ὑπερκοσμίων οἱ μὲν οὐσίας ποιοῦσι Θεῶν, οἱ δὲ νοῦν, οἱ δὲ ψυχάς· καὶ διὰ τοῦτο τρεῖς ἔχουσι τάξεις καὶ πάσας ἐν τοῖς περὶ τούτων λόγοις ἔστιν εὑρεῖν.

Τῶν δὲ ἐγκοσμίων οἱ μὲν εἶναι ποιοῦσι τὸν Κόσμον, οἱ δὲ αὐτὸν ψυχοῦσιν, οἱ δὲ ἐκ διαφόρων ὄντα ἁρμόζουσιν, οἱ δὲ ἡρμοσμένον ϕρουροῦσι· τούτων δὲ ὄντων τεσσάρων πραγμάτων καὶ ἑκάστου πρῶτα ἔχοντος καὶ μέσα καὶ τελευταῖα, καὶ τοὺς διοικοῦντας δώδεκα εἶναι ἀνάγκη.

Οἱ μὲν οὖν ποιοῦντες τὸν Κόσμον Ζεὺς καὶ Ποσειδών εἰσι καὶ ῞Ηφαιστος· οἱ δὲ ψυχοῦντες ∆ημήτηρ καὶ ῞Ηρα καὶ ῎Αρτεμις· οἱ δὲ ἁρμόζοντες ᾽Απόλλων καὶ ᾽Αφροδίτη καὶ ᾿Ερμῆς· οἱ δὲ ϕρουροῦντες ᾿Εστία καὶ ᾽Αθηνᾶ καὶ ῎Αρης.

Αἰνίγματα δὲ τούτων ἐν τοῖς ἀγάλμασιν ἔστιν ἰδεῖν· ὁ μὲν γὰρ ᾽Απόλλων λύραν ἁρμόζει, ὥπλισται δὲ ἡ ᾽Αθηνᾶ, γυμνὴ δὲ ἡ ᾽Αφροδίτη, ἐπειδὴ ἁρμονία μὲν τὸ κάλλος ποιεῖ, τὸ δὲ κάλλος ἐν τοῖς ὁρωμένοις οὐ κρύπτεται. Τούτων δὲ πρώτως ἐχόντων τὸν Κόσμον, καὶ τοὺς ἄλλους ἐν τούτοις ἡγητέον εἶναι Θεούς· οἷον ∆ιόνυσον μὲν ἐν ∆ιί, ᾽Ασκληπιὸν δὲ ἐν ᾽Απόλλωνι, Χάριτας δὲ ἐν ᾽Αφροδίτῃ.

Καὶ σφαίρας δὲ τούτων ἔστιν ἰδεῖν· ᾿Εστίας μὲν γῆν, Ποσειδῶνος δὲ ὕδωρ, ῞Ηρας δὲ ἀέρα, ᾿Ηφαίστου δὲ πῦρ, ἓξ δὲ τὰς ἀνωτέρας ὧν ἔθος νομίζειν Θεῶν· ᾽Απόλλωνα γὰρ καὶ ῎Αρτεμιν ἀνθ’ ἡλίου καὶ σελήνης ληπτέον· τὴν Κρόνου δὲ ∆ήμητρι δοτέον, ᾽Αθηνᾷ δὲ τὸν αἰθέρα· ὁ δὲ οὐρανὸς πάντων κοινός.

Αἱ μὲν οὖν τάξεις καὶ δυνάμεις καὶ σφαῖραι τῶν δώδεκα Θεῶν οὕτως εἴρηνταί τε καὶ ὕμνηνται.

Κεφάλαιον ζʹ

Αὐτὸν δὲ τὸν Κόσμον ἄφθαρτόν τε καὶ ἀγένητον εἶναι ἀνάγκη· ἄφθαρτον μέν, ὅτι ἀνάγκη, τούτου ϕθαρέντος, ἢ κρείττονα ἢ χείρονα ποιῆσαι ἢ τὸν αὐτὸν ἢ ἀκοσμίαν. ᾽Αλλ’ εἰ μὲν χείρονα, κακὸς ὁ ἐκ κρείττονος χεῖρον ποιῶν· εἰ δὲ κρείττονα, ἀδύνατος ὁ μὴ τὴν ἀρχὴν τὸ κρεῖττον ποιήσας· εἰ δὲ τὸν αὐτόν, μάτην ποιήσει· εἰ δὲ ἀκοσμίαν, ἀλλ’ οὐδὲ ἀκούειν τοῦτό γε ϑέμις.

᾽Αγένητον δὲ ἱκανὰ μὲν δεῖξαι καὶ ταῦτα· εἰ γὰρ μὴ ϕθείρεται, οὐδὲ γέγονεν, ἐπειδὴ πᾶν τὸ γινόμενον ϕθείρεται, καὶ ὅτι ἀνάγκη, διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα ὄντος τοῦ Κόσμου, ἀεί τε τὸν Θεὸν ἀγαθὸν εἶναι καὶ τὸν Κόσμον ὑπάρχειν. ῞Ωσπερ ἡλίῳ μὲν καὶ πυρὶ συνυφίσταται ϕῶς, σώματι δὲ σκιά.

Τῶν δὲ ἐν τῷ Κόσμῳ σωμάτων τὰ μὲν νοῦν μιμεῖται καὶ κύκλῳ κινεῖται, τὰ δὲ ψυχὴν καὶ ἐπ’ εὐθείας. Καὶ τῶν μὲν ἐπ’ εὐθείας, πῦρ μὲν καὶ ἀὴρ ἄνω, γῆ δὲ καὶ ὕδωρ κάτω· τῶν δὲ κύκλῳ, ἡ μὲν ἀπλανὴς ἀπ’ ἀνατολῆς, αἱ δὲ ἑπτὰ ἐκ δύσεως ϕέρονται. Αἰτίαι δὲ τούτου πολλαὶ μὲν καὶ ἄλλαι καὶ τὸ μὴ ταχείας τῆς περιόδου τῶν σφαιρῶν γινομένης ἀτελῆ τὴν γένεσιν εἶναι.

∆ιαφόρου δὲ τῆς κινήσεως οὔσης, διαφέρειν καὶ τὴν ϕύσιν τῶν σωμάτων ἀνάγκη· καὶ μήτε καίειν μήτε ψύχειν τὸ οὐράνιον σῶμα μηδὲ ἄλλο τι ποιεῖν ἃ τῶν τεσσάρων στοιχείων.

Σφαίρας δὲ οὔσης τοῦ Κόσμου – ὁ γὰρ ζωδιακὸς δείκνυσι τοῦτο – , ἐπειδὴ σφαίρας πάσης τὸ κάτω μέσον ἐστί – πανταχόθεν γὰρ πλεῖστον ἀφέστηκε – , τά τε βαρέα ϕέρεται κάτω, ϕέρεται δὲ εἰς γῆν.

Ταῦτα δὲ πάντα ποιοῦσι μὲν Θεοί, τάττει δὲ νοῦς, κινεῖ δὲ ψυχή. Καὶ περὶ μὲν Θεῶν ἤδη προείρηται.

Κεφάλαιον ηʹ

῎Εστι δὲ νοῦς δύναμις οὐσίας μὲν δευτέρα ψυχῆς δὲ πρώτη, ἔχουσα μὲν ἐκ τῆς οὐσίας τὸ εἶναι, τελειοῦσα δὲ τὴν ψυχήν, ὥσπερ ἥλιος τὰς ὄψεις.

Τῶν δὲ ψυχῶν αἱ μέν εἰσι λογικαὶ καὶ ἀθάνατοι, αἱ δὲ ἄλογοι καὶ ϑνηταί· καὶ αἱ μὲν ἐκ τῶν πρώτων αἱ δὲ ἐκ τῶν δευτέρων παράγονται Θεῶν.

Πρῶτον δὲ ὅτιπέρ ἐστι ψυχὴ ζητητέον. ῟Ωι τοίνυν διαφέρει τὰ ἔμψυχα τῶν ἀψύχων τοῦτό ἐστι ψυχή, διαφέρει δὲ κινήσει, αἰσθήσει, ϕαντασίᾳ, νοήσει. ῎Εστιν ἄρα ψυχὴ ἄλογος μὲν ζωὴ αἰσθητικὴ καὶ ϕανταστική, λογικὴ δὲ αἰσθήσεως καὶ ϕαντασίας ἄρχουσα καὶ λόγῳ χρωμένη· καὶ ἡ μὲν ἄλογος τοῖς σωματικοῖς ἕπεται πάθεσιν· ἐπιθυμεῖ γὰρ ἀλόγως καὶ ὀργίζεται, ἡ δὲ λογικὴ τοῦ τε σώματος μετὰ λόγου καταφρονεῖ καὶ πρὸς τὴν ἄλογον μαχομένη κρατήσασα μὲν ᾽Αρετήν, ἡττηθεῖσα δὲ Κακίαν ποιεῖ.

᾽Αθάνατον δὲ αὐτὴν εἶναι ἀνάγκη, ὅτι τε γινώσκει Θεούς – ϑνητὸν δὲ οὐδὲν ἀθάνατον οἶδε – , τῶν τε ἀνθρωπίνων πραγμάτων ὡς ἀλλοτρίων καταφρονεῖ, καὶ τοῖς σώμασιν ὡς ἀσώματος ἀντιπέπονθε· καλῶν μὲν γὰρ καὶ νέων ὄντων ἁμαρτάνει, γηρώντων δὲ ἐκείνων ἀκμάζει. Καὶ πᾶσα μὲν σπουδαία ψυχὴ κέχρηται νῷ, νοῦν δὲ οὐδὲν σῶμα γεννᾷ· πῶς γὰρ ἂν τὰ ἀνόητα νοῦν γεννήσαι;

᾽Οργάνῳ δὲ χρωμένη τῷ σώματι οὐκ ἔστιν ἐν τούτῳ· ὥσπερ οὐδὲ ὁ μηχανοποιὸς ἐν τοῖς μηχανοποιήμασι· καίτοι πολλὰ τῶν μηχανημάτων οὐδενὸς ἁπτομένου κινεῖται. Εἰ δὲ ὑπὸ τοῦ σώματος παρατρέπεται πολλάκις, ϑαυμάζειν οὐ δεῖ· καὶ γὰρ αἱ τέχναι τῶν ὀργάνων βλαϐέντων ἐνεργεῖν οὐκ ἂν δύναιντο.

Κεφάλαιον θʹ

Τὴν δὲ τῶν Θεῶν Πρόνοιαν ἔστι μὲν καὶ ἐκ τούτων ἰδεῖν· πόθεν γὰρ ἡ τάξις τῷ Κόσμῳ εἴπερ μηδὲν ἦν τὸ τάττον; Πόθεν δὲ τὸ πάντα τινὸς ἕνεκα γίνεσθαι, οἷον ἄλογον μὲν ψυχὴν ἵνα αἴσθησις ᾖ, λογικὴν δὲ ἵνα κοσμῆται ἡ γῆ;

῎Εστι δὲ καὶ ἐκ τῆς περὶ τὴν ϕύσιν Προνοίας ἰδεῖν· τὰ μὲν γὰρ ὄμματα διαφανῆ πρὸς τὸ βλέπειν κατεσκεύασται, ἡ δὲ ῥὶς ὑπὲρ τὸ στόμα διὰ τὸ κρίνειν τὰ δυσώδη, τῶν δὲ ὀδόντων οἱ μὲν μέσοι ὀξεῖς διὰ τὸ τέμνειν, οἱ δὲ ἔνδον πλατεῖς διὰ τὸ τρίϐειν τὰ σιτία· καὶ πάντα δὲ ἐν πᾶσιν οὕτω κατὰ λόγον ὁρῶμεν· ἀδύνατον δὲ ἐν μὲν τοῖς ἐσχάτοις τοσαύτην εἶναι τὴν Πρόνοιαν, ἐν δὲ τοῖς πρώτοις μὴ εἶναι· αἵ τε ἐν τῷ Κόσμῳ μαντεῖαι καὶ ϑεραπεῖαι σωμάτων γινόμεναι τῆς ἀγαθῆς Προνοίας εἰσὶ τῶν Θεῶν.

Τὴν δὲ τοιαύτην περὶ τὸν Κόσμον ἐπιμέλειαν οὐδὲν βουλευομένους οὐδὲ πονοῦντας τοὺς Θεοὺς ἡγητέον ποιεῖσθαι· ἀλλ’ ὥσπερ τῶν σωμάτων τὰ δύναμιν ἔχοντα αὐτῷ τῷ εἶναι ποιεῖ ἃ ποιεῖ – οἷον ἥλιος ϕωτίζει καὶ ϑάλπει αὐτῷ μόνῳ τῷ εἶναι – , οὕτω πολὺ μᾶλλον ἡ τῶν Θεῶν Πρόνοια αὐτῇ τε ἀπόνως καὶ τοῖς προνοουμένοις ἐπ’ ἀγαθῷ γίνεται· ὥστε καὶ αἱ τῶν ᾽Επικουρείων λέλυνται ζητήσεις, τὸ γὰρ ϑεῖον, ϕασίν, οὐδὲ αὐτὸ πράγματα ἔχειν οὐδὲ ἄλλοις παρέχειν.

Καὶ ἡ μὲν ἀσώματος περί τε τὰ σώματα καὶ τὰς ψυχὰς Πρόνοια τῶν Θεῶν ἐστι τοιαύτη. ᾿Η δὲ ἐκ τῶν σωμάτων καὶ ἐν τοῖς σώμασιν ἑτέρα τε ταύτης ἐστί, καὶ Εἱμαρμένη καλεῖται, διὰ τὸ μᾶλλον ἐν τοῖς σώμασι ϕαίνεσθαι τὸν εἱρμόν. Περὶ ἣν καὶ ἡ μαϑηματικὴ εὕρηται τέχνη. Τὸ μὲν οὖν μὴ μόνον ἐκ Θεῶν ἀλλὰ καὶ ἐκ τῶν ϑείων σωμάτων διοικεῖσθαι τὰ ἀνθρώπινα πράγματα καὶ μάλιστα τὴν σωματικὴν ϕύσιν, εὔλογόν τέ ἐστι καὶ ἀληθές· καὶ διὰ τοῦτο ὑγεῖαν τε καὶ νόσον, εὐτυχίας τε καὶ δυστυχίας κατ’ ἀξίαν ἐκεῖθεν γίνεσθαι ὁ λόγος εὑρίσκει.

Τὸ δὲ ἀδικίας τε καὶ ἀσελγείας ἐκ τῆς Εἱμαρμένης διδόναι, ἡμᾶς μὲν ἀγαθοὺς τοὺς δὲ Θεοὺς ποιεῖν ἐστι κακούς· εἰ μὴ ἄρα ἐκεῖνο λέγειν ἐθέλοι τις ὡς ὅλῳ μὲν τῷ Κόσμῳ καὶ τοῖς κατὰ ϕύσιν ἔχουσιν ἐπ’ ἀγαθῷ γίνεται πάντα, τὸ δὲ τραφῆναι κακῶς ἢ τὴν ϕύσιν ἀσθενεστέρως ἔχειν τὰ παρὰ τῆς Εἱμαρμένης ἀγαθὰ εἰς τὸ χεῖρον μεταϐάλλει, ὥσπερ τὸν ἥλιον ἀγαθὸν ὄντα πᾶσι, τοῖς ὀφθαλμιῶσιν ἢ πυρέττουσι βλαϐερὸν εἶναι συμϐαίνει. ∆ιὰ τί γὰρ Μασσαγέται μὲν τοὺς πατέρας ἐσθίουσιν, ᾿Εϐραῖοι δὲ περιτέμνονται, Πέρσαι δὲ τὴν εὐτεκνίαν σῴζουσι;

Πῶς δὲ Κρόνον τε καὶ ῎Αρην κακοποιοὺς λέγοντες πάλιν ποιοῦσιν ἀγαϑούς, ϕιλοσοφίαν τε καὶ βασιλείαν, στρατηγίας τε καὶ ϑησαυροὺς εἰς ἐκείνους ἀνάγοντες; Εἰ δὲ τρίγωνα καὶ τετράγωνα λέξουσιν, ἄτοπον τὴν μὲν ἀνθρωπίνην ἀρετὴν πανταχοῦ τὴν αὐτὴν μένειν, τοὺς δὲ Θεοὺς ἐκ τῶν τόπων μεταϐάλλεσθαι· τὸ δὲ καὶ πατέρων εὐγένειαν ἢ δυσγένειαν προλέγειν ὡς οὐ πάντα ποιούντων τινὰ δὲ σημαινόντων μόνον τῶν ἀστέρων διδάσκει. Πῶς γὰρ ἂν τὰ πρὸ τῆς γενέσεως ἐκ τῆς γενέσεως γένοιτο;

῞Ωσπερ τοίνυν Πρόνοια καὶ Εἱμαρμένη ἔστι μὲν περὶ ἔθνη καὶ πόλεις, ἔστι δὲ καὶ περὶ ἕκαστον ἄνθρωπον, οὕτω καὶ Τύχη· περὶ ἧς καὶ λέγειν ἀκόλουθον.

᾿Η τοίνυν τὰ διάφορα καὶ τὰ παρ’ ἐλπίδα γινόμενα πρὸς ἀγαθὸν τάττουσα δύναμις τῶν Θεῶν Τύχη νομίζεται· καὶ διὰ τοῦτο μάλιστα κοινῇ τὰς πόλεις τὴν Θεὸν προσήκει τιμᾶν· πᾶσα γὰρ πόλις ἐκ διαφόρων πραγμάτων συνίσταται. ᾽Εν σελήνῃ δὲ τὴν δύναμιν ἔχει, ἐπειδὴ ὑπὲρ σελήνην οὐδὲ ἓν ἐκ Τύχης ἂν γένοιτο.

Εἰ δὲ κακοὶ μὲν εὐτυχοῦσιν ἀγαθοὶ δὲ πένονται, ϑαυμάζειν οὐ δεῖ· οἱ μὲν γὰρ πάντα, οἱ δὲ οὐδὲν, ὑπὸ πλούτων ποιοῦσι, καὶ τῶν μὲν κακῶν ἡ εὐτυχία οὐκ ἂν ἀφέλοι τὴν κακίαν, τοῖς δὲ ἀγαθοῖς ἡ ᾽Αρετὴ μόνον ἀρκέσει.

Κεφάλαιον ιʹ

Οἱ δὲ περὶ τῆς ᾽Αρετῆς καὶ τῆς Κακίας λόγοι πάλιν τῶν περὶ ψυχῆς δέονται· τῆς γὰρ ἀλόγου ἰούσης εἰς τὰ σώματα καὶ ϑυμὸν εὐθὺς καὶ ἐπιθυμίαν ποιούσης, ἡ λογικὴ τούτοις ἐφεστηκυῖα τριμερῆ ποιεῖ τὴν ψυχὴν ἐκ λόγου καὶ ϑυμοῦ καὶ ἐπιθυμίας. ᾽Αρετὴ δὲ λόγου μὲν ϕρόνησις, ϑυμοῦ δὲ ἀνδρεία, ἐπιθυμίας δὲ σωφροσύνη, ὅλης δὲ τῆς ψυχῆς δικαιοσύνη· δεῖ γὰρ τὸν μὲν λόγον κρίνειν τὰ δέοντα, τὸν δὲ ϑυμὸν λόγῳ πειθόμενον τῶν δοκούντων δεινῶν καταφρονεῖν, τὴν δὲ ἐπιθυμίαν μὴ τὸ ϕαινόμενον ἡδὺ ἀλλὰ τὸ μετὰ λόγου διώκειν.

Τούτων δὲ οὕτως ἐχόντων, ὁ βίος γίνεται δίκαιος· ἡ γὰρ περὶ χρήματα δικαιοσύνη μακρόν τι μέρος ἐστὶν ᾽Αρετῆς· καὶ διὰ τοῦτο ἐν μὲν τοῖς πεπαιδευμένοις πάσας ἔστιν ἰδεῖν, ἐν δὲ τοῖς ἀπαιδεύτοις ὁ μέν ἐστιν ἀνδρεῖος καὶ ἄδικος, ὁ δὲ σώφρων καὶ ἀνόητος, ὁ δὲ ϕρόνιμος καὶ ἀκόλαστος· ἅσπερ οὐδὲ ἀρετὰς προσήκει καλεῖν λόγου τε ἐστερημένας καὶ ἀτελεῖς οὔσας, καὶ τῶν ἀλόγων τισὶ παραγινομένας.

᾿Η δὲ Κακία ἐκ τῶν ἐναντίων ϑεωρείσθω· λόγου μὲν ἄνοια, ϑυμοῦ δὲ δειλία, ἐπιθυμίας δὲ ἀκολασία, ὅλης δὲ τῆς ψυχῆς ἀδικία. Γίνονται δὲ αἱ μὲν ἀρεταὶ ἐκ πολιτείας ὀρθῆς καὶ τοῦ τραφῆναι καλῶς καὶ παιδευθῆναι· αἱ δὲ κακίαι ἐκ τῶν ἐναντίων.

Κεφάλαιον ιαʹ

Καὶ αἱ πολιτεῖαι δὲ κατὰ τὴν τριμέρειαν γίνονται τῆς ψυχῆς· ἐοίκασι γὰρ οἱ μὲν ἄρχοντες τῷ λόγῳ, οἱ δὲ στρατιῶται τῷ ϑυμῷ, οἱ δὲ δῆμοι ταῖς ἐπιθυμίαις. Καὶ ὅπου μὲν κατὰ λόγον πράττεται πάντα καὶ ὁ πάντων ἄριστος ἄρχει, Βασιλεία γίνεται· ὅπου δὲ κατὰ λόγον τε καὶ ϑυμὸν καὶ πλείους ἑνὸς ἄρχουσιν, ᾽Αριστοκρατίαν εἶναι συμϐαίνει· ὅπου δὲ κατὰ ἐπιθυμίαν πολιτεύονται καὶ αἱ τιμαὶ πρὸς τὰ χρήσιμα γίνονται, Τιμοκρατία ἡ τοιαύτη πολιτεία καλεῖται.

᾽Εναντία δὲ Βασιλείᾳ μὲν Τυραννίς· ἡ μὲν γὰρ μετὰ λόγου πάντα, ἡ δὲ οὐδὲν κατὰ λόγον ποιεῖ· ᾽Αριστοκρατίᾳ δὲ ᾽Ολιγαρχία, ὅτι οὐχ οἱ ἄριστοι, ἀλλ’ ὀλίγοι κάκιστοι ἄρχουσι· Τιμοκρατίᾳ δὲ ∆ημοκρατία, ὅτι οὐχ οἱ τὰς οὐσίας ἔχοντες, ἀλλ’ ὁ δῆμος κύριός ἐστιν ἁπάντων.

Κεφάλαιον ιβʹ

᾽Αλλὰ πῶς Θεῶν ἀγαθῶν ὄντων καὶ πάντα ποιούντων τὰ κακὰ ἐν τῷ Κόσμῳ; ῍Η πρῶτον μὲν αὐτὸ τοῦτο ῥητέον ὅτι Θεῶν ἀγαθῶν ὄντων καὶ πάντα ποιούντων κακοῦ ϕύσις οὐκ ἔστιν, ἀπουσίᾳ δὲ ἀγαθοῦ γίνεται, ὥσπερ καὶ σκότος αὐτὸ μὲν οὐκ ἔστιν ἀπουσίᾳ δὲ ϕωτὸς γίνεται;

᾽Ανάγκη δὲ εἴπερ ἔστιν ἢ ἐν Θεοῖς εἶναι ἢ νοῖς ἢ ψυχαῖς ἢ σώμασιν. ᾽Αλλ’ ἐν μὲν Θεοῖς οὐκ ἔστιν, ἐπειδὴ πᾶς Θεὸς ἀγαθός· εἰ δὲ νοῦν τίς ϕησι κακόν, νοῦν ἀνόητον λέγει· εἰ δὲ ψυχήν, χείρονα ποιήσει σώματος· πᾶν γὰρ σῶμα καθ’ ἑαυτὸ κακίαν οὐκ ἔχει· εἰ δὲ ἐκ ψυχῆς καὶ σώματος, ἄλογον κεχωρισμένα μὲν μὴ εἶναι κακὰ συνελθόντα δὲ κακίαν ποιεῖν.

Εἰ δὲ ∆αίμονάς τις λέγοι κακούς, εἰ μὲν ἐκ Θεῶν τὴν δύναμιν ἔχουσιν, οὐκ ἂν εἶεν κακοί, εἰ δὲ ἀλλαχόθεν, οὐ πάντα ποιοῦσι Θεοί. Εἰ δὲ μὴ πάντα ποιοῦσιν, ἢ βουλόμενοι οὐ δύνανται ἢ δυνάμενοι οὐ βούλονται, ὧν οὐδέτερον πρέπει Θεῷ.

῞Οτι μὲν οὖν οὐδὲν ἐν τῷ Κόσμῳ ϕύσει κακὸν ἐκ τούτων ἔστιν ἰδεῖν· περὶ δὲ τὰς τῶν ἀνθρώπων ἐνεργείας καὶ τούτων οὐ πάντων οὐδὲ ἀεὶ ϕαίνεται τὰ κακά.

Ταῦτα δὲ εἰ μὲν δι’ αὐτὸ τὸ κακὸν ἡμάρτανον ἄνθρωποι, αὐτὴ ἂν ἦν ἡ ϕύσις κακή· εἰ δὲ ὁ μὲν μοιχεύων τὴν μὲν μοιχείαν ἡγεῖται κακὸν τὴν δὲ ἡδονὴν ἀγαθόν, ὁ δὲ ϕονεύων τὸν μὲν ϕόνον ἡγεῖται κακὸν τὰ δὲ χρήματα ἀγαθά, ὁ δὲ ἐχθρὸν κακῶς ποιῶν τὸ μὲν κακῶς ποιῆσαι κακὸν τὸ δὲ τὸν ἐχθρὸν ἀμύνασθαι ἀγαθόν, καὶ πάντα οὕτως ἁμαρτάνει ἡ ψυχή, δι’ ἀγαθότητα γίνεται τὰ κακά, ὥσπερ διὰ τὸ ϕῶς μὴ εἶναι γίνεται σκότος ϕύσει μὴ ὄν· ἁμαρτάνει μὲν οὖν ψυχὴ ὅτι ἐφίεται ἀγαθοῦ, πλανᾶται δὲ περὶ τὸ ἀγαθὸν ὅτι μὴ πρώτη ἐστὶν οὐσία.

᾿Υπὲρ δὲ τοῦ μὴ πλανᾶσθαι καὶ πλανηϑεῖσαν ϑεραπεύεσθαι πολλὰ παρὰ Θεῶν γινόμενα ἔστιν ἰδεῖν· καὶ γὰρ τέχναι τε καὶ ἐπιστῆμαι καὶ μελέται, εὐχαί τε καὶ ϑυσίαι καὶ τελεταί, νόμοι τε καὶ πολιτεῖαι, δίκαι τε καὶ κολάσεις διὰ τὸ κωλύειν ψυχὰς ἁμαρτάνειν ἐγένοντο· καὶ τοῦ σώματος ἐξελθούσας Θεοὶ καθάρσιοι καὶ ∆αίμονες τῶν ἁμαρτημάτων καθαίρουσι.

Κεφάλαιον ιγʹ

Περὶ μὲν οὖν Θεῶν καὶ Κόσμου καὶ τῶν ἀνθρωπίνων πραγμάτων τοῖς μήτε διὰ ϕιλοσοφίας ἀχθῆναι δυναμένοις μηδὲ τὰς ψυχὰς ἀνιάτοις ἀρκέσει ταῦτα· περὶ δὲ τοῦ μὴ γενέσθαι ταῦτά ποτε μηδὲ ἀλλήλων χωρίζεσθαι λείπεται λέγειν, ἐπειδὴ καὶ ἡμεῖς ἐν τοῖς λόγοις ὑπὸ τῶν πρώτων τὰ δεύτερα εἴπομεν γίνεσθαι.

Πᾶν τὸ γινόμενον ἢ τέχνῃ ἢ ϕύσει ἢ κατὰ δύναμιν γίνεται· τὰ μὲν οὖν κατὰ τέχνην ἢ ϕύσιν ποιοῦντα πρότερα εἶναι τῶν ποιουμένων ἀνάγκη, τὰ δὲ κατὰ δύναμιν μεθ’ ἑαυτῶν συνίστησι τὰ γινόμενα, ἐπειδὴ καὶ τὴν δύναμιν ἀχώριστον ἔχει, ὥσπερ δὴ ἥλιος μὲν ϕῶς πῦρ δὲ ϑερμότητα χιὼν δὲ ψυχρότητα.

Εἰ μὲν οὖν τέχνῃ τὸν Κόσμον ποιοῦσι Θεοί, οὐ τὸ εἶναι τὸ δὲ τοιόνδε εἶναι ποιοῦσι· πᾶσα γὰρ τέχνη τὸ εἶδος ποιεῖ. Πόθεν οὖν τὸ εἶναι τῷ Κόσμῳ;

Εἰ δὲ ϕύσει, πᾶν τὸ ϕύσει ποιοῦν ἑαυτοῦ τι δίδωσι τῷ γινομένῳ, ἀσωμάτων δὲ τῶν Θεῶν ὄντων ἐχρῆν καὶ τὸν Κόσμον ἀσώματον εἶναι. Εἰ δὲ τοὺς Θεοὺς σώματα λέγοι τις πόθεν τῶν ἀσωμάτων ἡ δύναμις; Εἰ δὲ καὶ τοῦτο συγχωρήσαιμεν, ϕθειρομένου τοῦ Κόσμου, τὸν ποιήσαντα ϕθείρεσθαι ἀνάγκη, εἴπερ κατὰ ϕύσιν ποιεῖ.

Εἰ δὲ μὴ τέχνῃ μηδὲ ϕύσει τὸν Κόσμον ποιοῦσι Θεοί, δυνάμει λείπεται μόνον· πᾶν δὲ τὸ δυνάμει γινόμενον τῷ τὴν δύναμιν ἔχοντι συνυφίσταται, καὶ οὐδὲ ἀπολέσθαι ποτὲ τὰ οὕτως γινόμενα δύνανται, εἰ μή τις τοῦ ποιοῦντος ἀφέλοι τὴν δύναμιν. ῞Ωστε οἱ τὸν Κόσμον ϕθείροντες Θεοὺς μὴ εἶναι λέγουσιν, ἢ Θεοὺς εἶναι λέγοντες τὸν Θεὸν ποιοῦσιν ἀδύνατον. ∆υνάμει μὲν οὖν πάντα ποιῶν ἑαυτῷ συνυφίστησι πάντα, μεγίστης δὲ τῆς δυνάμεως οὔσης οὐκ ἀνθρώπους ἔδει καὶ ζῷα μόνα ποιεῖν ἀλλὰ Θεούς τε καὶ ᾽Αγγέλους καὶ ∆αίμονας.

Καὶ ὅσῳ τῆς ἡμετέρας ϕύσεως ὁ πρῶτος διαφέρει Θεός, τοσούτῳ πλείους εἶναι τὰς μεταξὺ ἡμῶν τε κἀκείνου δυνάμεις ἀνάγκη· πάντα γὰρ πλεῖστον ἀλλήλων κεχωρισμένα πολλὰ ἔχει τὰ μέσα.

Κεφάλαιον ιδʹ

Εἰ δέ τις τὸ μὲν Θεοὺς μὴ μεταϐάλλεσθαι εὔλογόν τε ἡγεῖται καὶ ἀληθές, ἀπορεῖ δὲ πῶς ἀγαθοῖς μὲν χαίρουσι κακοὺς δὲ ἀποστρέϕονται, καὶ ἁμαρτάνουσι μὲν ὀργίζονται ϑεραπευόμενοι δὲ ἵλεῳ γίνονται, ῥητέον ὡς οὐ χαίρει Θεός – τὸ γὰρ χαῖρον καὶ λυπεῖται – , οὐδὲ ὀργίζεται – πάθος γὰρ καὶ τὸ ὀργίζεσθαι – , οὐδὲ δώροις ϑεραπεύεται – ἡδονῇ γὰρ ἂν ἡττηθείη – , οὐδὲ ϑέμις ἐκ τῶν ἀνθρωπίνων πραγμάτων οὔτε καλῶς οὔτε κακῶς ἔχειν τὸ ϑεῖον. ᾽Αλλ’ ἐκεῖνοι μὲν ἀγαθοί τέ εἰσιν ἀεὶ καὶ ὠφελοῦσι μόνον· βλάπτουσι δὲ οὐδέποτε κατὰ τὰ αὐτὰ ὡσαύτως ἔχοντες.

᾿Ημεῖς δὲ ἀγαθοὶ μὲν ὄντες δι’ ὁμοιότητα Θεοῖς συναπτόμεθα, κακοὶ δὲ γενόμενοι δι’ ἀνομοιότητα χωριζόμεθα· καὶ κατ’ ἀρετὰς μὲν ζῶντες ἐχόμεθα τῶν Θεῶν, κακοὶ δὲ γενόμενοι ἐχθροὺς ἡμῖν ποιοῦμεν ἐκείνους, οὐκ ἐκείνων ὀργιζομένων ἀλλὰ τῶν ἁμαρτημάτων Θεοὺς μὲν ἡμῖν οὐκ ἐώντων ἐλλάμπειν ∆αίμοσι δὲ κολαστικοῖς συναπτόντων.

Εἰ δὲ εὐχαῖς καὶ ϑυσίαις λύσιν τῶν ἁμαρτημάτων εὑρίσκομεν καὶ τοὺς Θεοὺς ϑεραπεύομεν καὶ μεταϐάλλομεν, ἀλλὰ διὰ τῶν δρωμένων καὶ τῆς πρὸς τὸ ϑεῖον ἐπιστροφῆς τὴν ἡμετέραν κακίαν ἰώμενοι πάλιν τῆς τῶν Θεῶν ἀγαθότητος ἀπολαύομεν· ὥστε ὅμοιον τὸν Θεὸν λέγειν τοὺς κακοὺς ἀποστρέφεσθαι καὶ τὸν ἥλιον τοῖς ἐστερημένοις τῶν ὄψεων κρύπτεσθαι.

Κεφάλαιον ιεʹ

᾽Εκ δὲ τούτων καὶ ἡ περὶ ϑυσιῶν καὶ τῶν ἄλλων τῶν εἰς Θεοὺς γινομένων τιμῶν λέλυται ζήτησις. Αὐτὸ μὲν γὰρ τὸ ϑεῖον ἀνενδεές, αἱ δὲ τιμαὶ τῆς ἡμετέρας ὠφελείας ἕνεκα γίνονται.

Καὶ ἡ μὲν Πρόνοια τῶν Θεῶν διατείνει πανταχῇ, ἐπιτηδειότητος δὲ μόνον πρὸς ὑποδοχὴν δεῖται· πᾶσα δὲ ἐπιτηδειότης μιμήσει καὶ ὁμοιότητι γίνεται, διὸ οἱ μὲν ναοὶ τὸν οὐρανόν, οἱ δὲ βωμοὶ μιμοῦνται τὴν γῆν, τὰ δὲ ἀγάλματα τὴν ζωήν – καὶ διὰ τοῦτο ζῴοις ἀπείκασται – , αἱ δὲ εὐχαὶ τὸ νοερόν, οἱ δὲ χαρακτῆρες τὰς ἀρρήτους ἄνω δυνάμεις, βοτάναι δὲ καὶ λίθοι τὴν ὕλην, τὰ δὲ ϑυόμενα ζῷα τὴν ἐν ἡμῖν ἄλογον ζωήν.

᾽Εκ δὲ τούτων ἁπάντων τοῖς μὲν Θεοῖς πλέον οὐδέν – τί γὰρ ἂν πλέον γένοιτο Θεῷ; – ἡμῖν δὲ πρὸς ἐκείνους γίνεται συναφή.

Κεφάλαιον ιϛʹ

῎Αξιον δέ, οἶμαι, περὶ ϑυσιῶν βραχέα προσθεῖναι. Πρῶτον μὲν ἐπειδὴ πάντα παρὰ Θεῶν ἔχομεν, δίκαιον δὲ τοῖς διδοῦσι τῶν διδομένων ἀπάρχεσθαι· χρημάτων μὲν δι’ ἀναθημάτων, σωμάτων δὲ διὰ κόμης, ζωῆς δὲ διὰ ϑυσιῶν ἀπαρχόμεθα. ῎Επειτα αἱ μὲν χωρὶς ϑυσιῶν εὐχαὶ λόγοι μόνον εἰσίν, αἱ δὲ μετὰ ϑυσιῶν ἔμψυχοι λόγοι, τοῦ μὲν λόγου τὴν ζωὴν δυναμοῦντος τῆς δὲ ζωῆς τὸν λόγον ψυχούσης. ῎Ετι παντὸς πράγματος εὐδαιμονία ἡ οἰκεία τελειότης ἐστίν, οἰκεία δὲ τελειότης ἑκάστῳ ἡ πρὸς τὴν ἑαυτοῦ αἰτίαν συναϕή· καὶ διὰ τοῦτο ἡμεῖς εὐχόμεθα συναφθῆναι Θεοῖς.

᾽Επεὶ τοίνυν ζωὴ μὲν πρώτη ἡ τῶν Θεῶν ἐστι, ζωὴ δέ τις καὶ ἡ ἀνθρωπίνη, βούλεται δὲ αὕτη συναφθῆναι ἐκείνῃ, μεσότητος δεῖται· οὐδὲν γὰρ τῶν πλεῖστον διεστώτων ἀμέσως συνάπτεται. ᾿Η δὲ μεσότης ὁμοία εἶναι τοῖς συναπτομένοις ὀφείλει· ζωῆς οὖν μεσότητα ζωὴν ἐχρῆν εἶναι. Καὶ διὰ τοῦτο ζῷα ϑύουσιν ἄνθρωποι, οἵ τε νῦν εὐδαίμονες καὶ πάντες οἱ πάλαι· καὶ ταῦτα οὐχ ἁπλῶς ἀλλ’ ἑκάστῳ Θεῷ τὰ πρέποντα, μετὰ πολλῆς τῆς ἄλλης ϑρησκείας. Καὶ περὶ μὲν τούτων ἱκανά.

Κεφάλαιον ιζʹ

Τὸν δὲ Κόσμον ὅτι μὲν οὐκ ἂν Θεοὶ ϕθεροῦσιν εἴρηται, ὅτι δὲ καὶ τὴν ϕύσιν ἄφθαρτον ἔχει λέγειν ἀκόλουθον· πᾶν γὰρ τὸ ϕθειρόμενον ἢ ὑφ’ ἑαυτοῦ ϕθείρεται ἢ ὑπὸ ἄλλου. Εἰ μὲν οὖν ὑφ’ ἑαυτοῦ ὁ Κόσμος ϕθείρεται, ἔδει καὶ τὸ πῦρ ἑαυτὸ καίειν καὶ τὸ ὕδωρ ἑαυτὸ ξηραίνειν· εἰ δὲ ὑπὸ ἄλλου, ἢ σώματος ἢ ἀσωμάτου.

᾽Αλλ’ ὑπὸ μὲν ἀσωμάτου ἀδύνατον, τὰ γὰρ ἀσώματα σῴζει τὰ σώματα οἷον ϕύσις καὶ ψυχή, οὐδὲν δὲ ὑπὸ τοῦ ϕύσει σῴζοντος ϕθείρεται· εἰ δὲ ὑπὸ σώματος, ἢ ὑπὸ τῶν ὄντων ἢ ὑπὸ ἑτέρων. Καὶ εἰ μὲν ὑπὸ τῶν ὄντων, ἢ ὑπὸ τῶν κύκλῳ κινουμένων τὰ ἐπ’ εὐθείας ἢ ὑπὸ τῶν ἐπ’ εὐθείας τὰ κύκλῳ.

᾽Αλλ’ οὐδὲ τὰ κύκλῳ ϕθαρτικὴν ἔχει ϕύσιν – διὰ τί γὰρ μηδὲν ὁρῶμεν ἐκεῖθεν ϕθειρόμενον; – οὐδὲ τὰ ἐπ’ εὐθείας ἐκείνων ἅψασθαι δύναται – διὰ τί γὰρ ἄχρι νῦν οὐκ ἠδυνήθη; – ἀλλ’ οὐδὲ τὰ ἐπ’ εὐθείας ὑπ’ ἀλλήλων ϕθείρεσθαι δύναται· ἡ γὰρ ἄλλου ϕθορὰ ἄλλου γένεσίς ἐστι, τοῦτο δὲ ϕθείρεσθαι μὲν οὐκ ἔστι, μεταϐάλλεσθαι δέ. Εἰ δὲ ὑπ’ ἄλλων σωμάτων ὁ Κόσμος ϕθείρεται, πόθεν γενομένων ἢ ποῦ νῦν ὄντων; Οὐκ ἔστιν εἰπεῖν.

῎Ετι πᾶν τὸ ϕθειρόμενον, ἢ εἴδει ἢ ὕλῃ ϕθείρεται. ῎Εστι δὲ εἶδος μὲν τὸ σχῆμα, ὕλη δὲ τὸ σῶμα· καὶ τῶν μὲν εἰδῶν ϕθειρομένων, τῆς δὲ ὕλης μενούσης, ἕτερα ὁρῶμεν γινόμενα· εἰ δὲ ὕλη ϕθείρεται, πῶς ἐν τοσούτοις ἔτεσιν οὐκ ἐπέλιπεν;

Εἰ δὲ ἀντὶ τῆς ϕθειρομένης ἑτέρα γίνεται, ἢ ἐκ τῶν ὄντων ἢ ἐκ τῶν μὴ ὄντων γίνεται· ἀλλ’ εἰ μὲν ἐκ τῶν ὄντων, τῶν ὄντων μενόντων ἀεὶ καὶ ἡ ὕλη ἔστιν ἀεί· εἰ δὲ καὶ τὰ ὄντα ϕθείρεται, οὐ τὸν Κόσμον μόνον ἀλλὰ καὶ πάντα λέγουσι ϕθείρεσθαι. Εἰ δὲ ἐκ τῶν μὴ ὄντων ἡ ὕλη, πρῶτον μὲν ἀδύνατον ἐκ τῶν μὴ ὄντων εἶναί τι, εἰ δὲ καὶ τοῦτο γένοιτο καὶ δυνατὸν ἐκ τῶν μὴ ὄντων εἶναι τὴν ὕλην, ἕως ἂν ᾖ τὰ μὴ ὄντα ἔσται καὶ ἡ ὕλη, οὐ γὰρ δήποτε καὶ τὰ μὴ ὄντα ἀπόλλυται.

Εἰ δὲ ἀνείδεον λέγουσι μένειν τὴν ὕλην, πρῶτον μὲν διὰ τί οὐ κατὰ μέρη ἀλλ’ ἐν ὅλῳ τοῦτο γίνεται τῷ Κόσμῳ; ῎Επειτα οὐ τὸ εἶναι τῶν σωμάτων τὸ δὲ κάλλος ϕθείρουσι μόνον.

῎Ετι πᾶν τὸ ϕθειρόμενον ἢ ἀφ’ ὧν ἐγένετο εἰς ἐκεῖνα λύεται, ἢ εἰς τὸ μὴ ὂν ἀφανίζεται. ᾽Αλλ’ εἰ μὲν ἀφ’ ὧν ἐγένετο εἰς ἐκεῖνα λυθείη, πάλιν γίνεται ἕτερα – διὰ τί γὰρ τὴν ἀρχὴν ἐγένετο; – εἰ δὲ εἰς τὸ μὴ ὂν ἄπεισι τὰ ὄντα, τί κωλύει καὶ τὸν Θεὸν τοῦτο παθεῖν; Εἰ δὲ ἡ δύναμις κωλύει οὐκ ἔστι δυνατοῦ ἑαυτὸν μόνον σῴζειν, καὶ ὁμοίως δὲ ἀδύνατον ἐκ τῶν μὴ ὄντων γίνεσθαι τὰ ὄντα καὶ τὰ ὄντα εἰς τὸ μὴ ὂν ἀφανίζεσθαι.

῎Ετι ἀνάγκη τὸν Κόσμον, εἰ ϕθείρεται, ἢ κατὰ ϕύσιν ϕθείρεσθαι ἢ παρὰ ϕύσιν· οὐδὲ τὸ παρὰ ϕύσιν πρότερον ἔχει τῆς ϕύσεως, εἰ δὲ παρὰ ϕύσιν, δεῖ ἑτέραν εἶναι ϕύσιν τὴν μεταϐάλλουσαν τοῦ Κόσμου τὴν ϕύσιν· ὅπερ οὐ ϕαίνεται.

῎Ετι, πᾶν τὸ ϕύσει ϕθειρόμενον, καὶ ἡμεῖς ϕθείρειν δυνάμεθα· τοῦ δὲ Κόσμου τὸ μὲν κυκλικὸν σῶμα οὔτε ἔφθειρέ τίς ποτε οὔτε μετέϐαλε· τῶν δὲ στοιχείων μεταϐάλλειν μὲν δυνατόν, ϕθείρειν δὲ ἀδύνατον.

῎Ετι πᾶν τὸ ϕθειρόμενον ὑπὸ χρόνου μεταϐάλλεται καὶ γηρᾷ· ὁ δὲ Κόσμος ἐν τοσούτοις ἔτεσιν ἀμετάϐλητος μένει. Τοσαῦτα καὶ πρὸς τοὺς ἰσχυροτέρων ἀποδείξεων δεομένους εἰπόντες, αὐτὸν ἡμῖν εὐχόμεθα ἵλεων τὸν Κόσμον γένεσθαι.

Κεφάλαιον ιηʹ

Καὶ μὴν οὐδὲ τὸ ἀθεΐας περί τινας τόπους τῆς γῆς γενέσθαι πολλάκις δὲ ὕστερον ἔσεσθαι ἄξιον ταράττειν τοὺς ἔμφρονας. ῞Οτι τε οὐκ εἰς Θεοὺς γίνεται ταῦτα, ὥσπερ οὐδὲ αἱ τιμαὶ ἐκείνους ὠφελοῦσαι ἐφάνησαν, καὶ διὰ τὸ ἀδυνατεῖν μέσης οὐσίας οὖσαν τὴν ψυχὴν ἀεὶ κατορθοῦν, καὶ τὸ μὴ δύνασθαι πάντα τὸν Κόσμον τῆς τῶν Θεῶν Προνοίας ἀπολαύειν ὁμοίως· ἀλλὰ τὰ μὲν αἰωνίως, τὰ δὲ κατὰ χρόνον, καὶ τὰ μὲν πρώτως, τὰ δὲ δευτέρως μετέχειν ἐκείνης, ὥσπερ καὶ τῶν αἰσθήσεων πασῶν μὲν ἡ κεφαλή, μιᾶς δὲ ὅλον τὸ σῶμα αἰσθάνεται.

Καὶ διὰ τοῦτο, ὡς ἔοικεν, οἱ τὰς ἑορτὰς καταστησάμενοι καὶ ᾽Αποϕράδας ἐποίησαν, ἐν αἷς τὰ μὲν ἤργει τῶν ἱερῶν, τὰ δὲ ἐκλείετο, τῶν δὲ καὶ τὸν κόσμον ἀφήιρουν, πρὸς τὴν ἀσθένειαν τῆς ἡμετέρας ἀφοσιούμενοι ϕύσεως.

Καὶ κολάσεως δὲ εἶδος εἶναι ἀθεΐαν οὐκ ἀπεικός· τοὺς γὰρ γνόντας Θεοὺς καὶ καταφρονήσαντας εὔλογον ἐν ἑτέρῳ βίῳ καὶ τῆς γνώσεως στέρεσθαι· καὶ τοὺς ἑαυτῶν βασιλέας ὡς Θεοὺς τιμήσαντας ἔδει τὴν δίκην αὐτῶν ποιῆσαι τῶν Θεῶν ἐκπεσεῖν.

Κεφάλαιον ιθʹ

Εἰ δὲ μηδὲ τούτων μηδὲ τῶν ἄλλων ἁμαρτημάτων εὐθὺς αἱ δίκαι τοῖς ἁμαρτήσασιν ἕπονται ϑαυμάζειν οὐ δεῖ, ὅτι τε οὐ ∆αίμονές εἰσι μόνον οἱ κολάζοντες τὰς ψυχάς, ἀλλὰ καὶ αὐτὴ ἑαυτὴν ὑπάγει τῇ δίκῃ· καὶ ὅτι μένουσι τὸν ἅπαντα χρόνον, οὐκ ἐχρῆν ἐν ὀλίγῳ πάντων τυχεῖν· καὶ διὰ τὸ δεῖν ἀνθρωπίνην ἀρετὴν εἶναι. Εἰ γὰρ τοῖς ἁμαρτήσασιν εὐθὺς ἠκολούθουν αἱ δίκαι, ϕόϐῳ δικαιοπραγοῦντες ἄνθρωποι ἀρετὴν οὐκ ἂν εἶχον.

Κολάζονται δὲ τοῦ σώματος ἐξελθοῦσαι· αἱ μὲν ἐνταῦθα πλανώμεναι, αἱ δὲ εἴς τινας τόπους τῆς γῆς ϑερμοὺς ἢ ψυχρούς, αἱ δὲ ὑπὸ ∆αιμόνων ταραττόμεναι· πάντα δὲ μετὰ τῆς ἀλόγου ὑπομένουσι, μεθ’ ἧσπερ καὶ ἥμαρτον· δι’ ἣν καὶ τὸ σκιοειδὲς σῶμα ὑφίσταται ὃ περὶ τοὺς τάφους καὶ μάλιστα τῶν κακῶς ζησάντων ὁρᾶται.

Κεφάλαιον κʹ

Αἱ δὲ μετεμψυχώσεις εἰ μὲν εἰς λογικὰ γένοιντο, αὐτὸ τοῦτο ψυχαὶ γίνονται τῶν σωμάτων, εἰ δὲ εἰς ἄλογα, ἔξωθεν ἕπονται, ὥσπερ καὶ ἡμῖν οἱ εἰληχότες ἡμᾶς ∆αίμονες· οὐ γὰρ μήποτε λογικὴ ἀλόγου ψυχὴ γένοιτο.

Τὴν δὲ μετεμψύχωσιν ἐκ τῶν ἐκ γενετῆς παθῶν ἔστιν ἰδεῖν – διὰ τί γὰρ οἱ μὲν τυφλοί, οἱ δὲ παρειμένοι, οἱ δὲ καὶ αὐτὴν τὴν ψυχὴν κακῶς ἔχοντες τίκτονται; – καὶ ἐκ τῆς ϕύσεως ἐχούσας ἐν σώματι πολιτεύεσθαι τὰς ψυχὰς μὴ δεῖν ἅπαξ ἐξελθούσας τὸν ἅπαντα αἰῶνα μένειν ἐν ἀργίᾳ.

Εἰ γὰρ μὴ πάλιν αἱ ψυχαὶ εἰς σώματα ϕέροιντο, ἀνάγκη ἀπείρους εἶναι ἢ τὸν Θεὸν ἀεὶ ἑτέρας ποιεῖν· ἀλλ’ οὐδὲ ἄπειρόν τι ἐν τῷ Κόσμῳ – ἐν γὰρ πεπερασμένῳ ἄπειρόν τι οὐκ ἂν γένοιτο – , οὐδὲ ἄλλας γίνεσθαι δυνατόν – πᾶν γὰρ ἐν ᾧ τι γίνεται καινὸν καὶ ἀτελὲς εἶναι ἀνάγκη – · τὸν δὲ Κόσμον ἐκ τελείου γενόμενον τέλειον εἶναι προσήκει.

Κεφάλαιον καʹ

Αἱ δὲ κατ’ ᾽Αρετὴν ζήσασαι ψυχαὶ τά τε ἄλλα εὐδαιμονοῦσαι καὶ τῆς ἀλόγου χωρισθεῖσαι καὶ καθαραὶ παντὸς γενόμεναι σώματος Θεοῖς τε συνάπτονται, καὶ τὸν ὅλον Κόσμον συνδιοικοῦσιν ἐκείνοις.

Καίτοι καὶ εἰ μηδὲν αὐταῖς τούτων ἐγίνετο, αὐτή γε ἡ ᾽Αρετὴ καὶ ἡ ἐκ τῆς ᾽Αρετῆς ἡδονή τε καὶ δόξα ὅ τε ἄλυπος καὶ ἀδέσποτος βίος εὐδαίμονας ἤρκει ποιεῖν τοὺς κατ’ ᾽Αρετὴν ζῆν προελομένους καὶ δυνηθέντας.