Ἐστὸν δύο γ’ ἠπείρω

Ἄπειρα ἔτη μάχεται ἅνθρωπος ἀφρόνως ἐαυτῷ, ἐρωτώμενος ὁπόσαι εἰσὶν ἤπειροι ἐπι Γῆς. Ἑπτα; Ἕξ, οἱ γὰρ Περίοικοι χαἰ Ἀντίποδες μία ἐστόν; Ὀκτώ, εἰ γὰρ ἡ Εὐρώπη ἤπειρός ἐστι, ᾙνδία καὶ ἄν; Πέντε, ἐστὸν γὰρ τὼ ἄμφω ὑστέρα πρὸς τὴν Εὐρασίαν; Τέτταρες, διά τινα «Εὐραφρασίαν»;

Βλόψ! Ἐστόν γε δύο:

Πίναξ τῆς Εὐρώπης καὶ τῆς Ἀσίας καὶ τῆς Ἀφρίκῆς καὶ τῶν Ἀντοίκων.

Ἡ Οἰκουμένη ἔχει ὅ τις καλεῖ «τὸν Παλαιὸν Κόσμον», τὰς δὲ σποράδας νήσους τῶν Ἀντοίκων καὶ τΟἰρηνικοῦ πελάγους. Τείνει ἀπὸ μὲν Θουλικῶν κρυσταλλίνων ποταμῶν καὶ Λιβυκῶν ψαμμινῶν ὀρῶν πρὸς δὲ τροπικῶν ὑλῶν τοῦ Βορνέου καὶ τἈντοίκου ψιλοῦ ἀγροῦ, οἰκουμένη ὑφ’ ὑπὲρ ἑκ­και­εξη­κον­τα­κισ­μυρια­κισ­μυρίων ἀνθρώπων (τοὺς πλείονας πάντων).

Πίναξ τῶν Περιοίκων καὶ τῶν Ἀντιπόδων καὶ τῆς Ἀνταρκτικῶν.

Ἡ Σημαναυακὴ συνίσταται ἐκ τῶν Περιοίκων καὶ τῶν Ἀντιπόδων καὶ τῆς Ἀνταρκτικῶν, τείνουσα ἀπὸ μὲν Ἀλασκαίων κόλπων καὶ Μιττιττιππικῶν τελμάτων πρὸς δὲ ψυχρῶν Ἀνταρκτικῶν ἐρημίων καὶ τῆς Ὑλῶν τῆς Ἀμαζόνων, τῶν πλευμόνων τῆς Γαίας. Ὀλίγου ͵ϟ͵ϝ μυριάδες οἰκεῖ ἐνταῦθα, ἀλλ’ οὐδείς βεβαίως ἐπὶ τῶν χιόνων τῶν νοτιωτάτων.

Ἀσάφεια ᾖ περὶ ἐκτόπων νήσων ἃς οὔ τις δύναται ἁπλῶς προσνέμειν ἐκατέρᾳ ἡπείρῳ, αὐτίκα τῶν τἈτλαντικοῦ καὶ τΟἰρηνικοῦ. Πεπείραμαι αὐτὰς ἐν τῷ σχήματι ἐναρμόζειν.

Θουλὴ μεταξὺ κεῖται δυοῖν ἠπειρωτικοῖν πλακοῖν, ἀλλὰ ναί ἐστιν μέρος τῆς Οἰκουμένης, οἰκισθεῖσα ὑπὸ Βαράγγων ἀντολίηθε κοὐ Ὑπερβορέων δὐσιθεν. Ὁμοῖα δύναται λογίζεσθαι τῇ Σουαλβαρδῇ καὶ τῇ Νήσῳ Ἰωάννου Μαίου, ὀλιγάνδρῳ νήσῳ ὑπηκόῳ τῆς Νορουηγίας.

Αἱ Ἀζώραι χἠ Λουσιτανία συνδοῦνται βεβαίως ἔθνος. Οὕτω μὲν τὼ νήσο Φλώρης καὶ Κόρβος ἐπὶ τῆς Περιοίκου πλακὸς ἵδρυσθον, διατίθεσθον δὲ σὺν ταῖς ἄλλαις εἰς τὴν Οἰκουμένην.

Αἱ Νῆσοι Κεργελένου καὶ Ἥρδου καὶ Δοναλδίδου ἔπεισι ἰδίαν ὕφαλον μικρήπειρον ἥ ὀρέγεται τῆς Ἀνταρκτικῆς ἔσωθεν τῆς Συμβολῆς, ἀσφαλῶς ἥγηθησόμεναι ἐν τῇ Σημαναυακῇ.

Ἡπείρος «Ὠκεανία» δοκεῖ ἔχειν καὶ τοὺς Ἀντοίκους καὶ τὰς νησῖδας τΟἰρηνικοῦ Ὠκεανοποῦ· οὖν συνάγω μὲν αὐτῶν τοὺς πλέιστους ἐν τᾨκουμένῃ, καὶ τὴν Ἀμερικὴν Αὑαΐαν καὶ τὴν Τζιλικὴν Νῆσον τοῦ Πάσχα. Συνέρχονται δὲ τὸ Κλιππερτόν χοἰ Γαλάπαγοι τὴν Σημαναυακήν, ὄντες ταύτῃ πολὺ πλησιώτεροι ἤ τῷ Οἰκουμενικῷ ὤγκῳ κᾠκισθέντες γὰρ ὐπ’ ἀποίκων ἐκ ταύτῆς δ’ οὐ Πολυνησιωτῶν ἐξ ἐκείνης.

Τὸ τελευταῖον, δεῖ τινὰ εὐλαβὴς εἶναι ἕως συνείρῃ μεθόριον διὰ τῆς νήσων τῶν Ἀλεύτων καὶ τοῦ Πόρου τοῦ Βερίγγους. Οὔτὲ μὲν ἐθνικὴ διαφυὴ οὔτε γεωγραφικὴ φαίνει μεταξὺ τῆς ἀντηλιοτάτης χθονός τῆς Ῥωσίας καὶ τῶν δυτικοτάτων κλημάτων τῆς Ἀλάσκας: Ἄλευτοι καὶ Ὑπερβόρεοι οἰκέουσι τὴν ἅπασαν χώραν, χἠ Περίοικος πλὰξ τείνει μυρίων σταδίων εἰς τὴν Σιβηρίαν. Ἁρίστη διαίρεσίς ἐστι δὲ πολιτική. Ἔχει ᾩκουμένη τὸν Μέγαν Διομήδη καὶ τὰς Νήσους Στρατηγοῦ κἄλλας Ῥωσικαὶ νήσους, ἔχει δ’ ἡ Σημαναυακὴ τὸν Μικρὸν Διομήδη καὶ τὴν Λαυρεντιουνήσους καὶ τὰς Ἀμερικάς.

← Οἴκαδε

Συγγράφε σχόλιον

    Εὔνους ἴσθι, εἰ δοκεῖ. Τὸ σχόλιον κινεῖται χάριν τῆς ὀρθογραφίας· εἰμὶ γὰρ μικρολόγος. Ὑπομνήματα: *στερεά*, /πλάγια/, [//satyrs.eu σύνδεσμοι]→ Πλεῖον